pronađen 9551 Rezultati za: Τὸν
καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ ἔγειρον δὴ τὸν κύριον ἡμῶν ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ’ ἡμᾶς εἰς πόλεμον ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος (Judite 14, 13)
καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ (Judite 14, 14)
ὡς δ’ οὐθεὶς ἐπήκουσεν διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπ’ αὐτοῦ (Judite 14, 15)
καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν οὗ ἦν Ιουδιθ καταλύουσα καὶ οὐχ εὗρεν αὐτήν καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν (Judite 14, 17)
ἠθέτησαν οἱ δοῦλοι ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Εβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονοσορ ὅτι ἰδοὺ Ολοφέρνης χαμαί καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ’ αὐτῷ (Judite 14, 18)
ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ’ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς (Judite 15, 5)
ἐποίησας ταῦτα πάντα ἐν χειρί σου ἐποίησας τὰ ἀγαθὰ μετὰ Ισραηλ καὶ εὐδόκησεν ἐπ’ αὐτοῖς ὁ θεός εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον καὶ εἶπεν πᾶς ὁ λαός γένοιτο (Judite 15, 10)
τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισεν ψυχὴν αὐτοῦ διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ (Judite 16, 9)
ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός (Judite 16, 16)
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ Ιουδιθ ἀπῆλθεν εἰς Βαιτυλουα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ (Judite 16, 21)
καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς ἀφ’ ἧς ἡμέρας ἀπέθανεν Μανασσης ὁ ἀνὴρ αὐτῆς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ (Judite 16, 22)
καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε καὶ ἀφῆκεν τὴν ἅβραν αὐτῆς ἐλευθέραν καὶ ἀπέθανεν εἰς Βαιτυλουα καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασση (Judite 16, 23)