pronađen 7097 Rezultati za: Τὴν
λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ (Números 26, 2)
οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι (Números 26, 18)
τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν (Números 26, 54)
ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων (Números 26, 56)
καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν (Números 26, 59)
καὶ προσήγαγεν Μωυσῆς τὴν κρίσιν αὐτῶν ἔναντι κυρίου (Números 27, 5)
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἄνθρωπος ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ᾖ αὐτῷ περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ (Números 27, 8)
ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ (Números 27, 9)
ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ (Números 27, 10)
ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ κληρονομήσει τὰ αὐτοῦ καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ισραηλ δικαίωμα κρίσεως καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 27, 11)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν τοῦτο ὄρος Ναβαυ καὶ ἰδὲ τὴν γῆν Χανααν ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ ἐν κατασχέσει (Números 27, 12)
καὶ ὄψει αὐτὴν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ καθὰ προσετέθη Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τῷ ὄρει (Números 27, 13)