Mosaico decorativo

pronađen 7097 Rezultati za: Τὴν

  • καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον καὶ τὴν Ασωρ ἐνέπρησαν ἐν πυρί (Josué 11, 11)

  • καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν Ναγεβ καὶ πᾶσαν τὴν γῆν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά (Josué 11, 16)

  • ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ ἵνα ἐξολεθρευθῶσιν ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος ἀλλ’ ἵνα ἐξολεθρευθῶσιν ὃν τρόπον εἶπεν κύριος πρὸς Μωυσῆν (Josué 11, 20)

  • καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη (Josué 11, 23)

  • καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ’ ἀνατολῶν (Josué 12, 1)

  • καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα (Josué 12, 3)

  • ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων (Josué 12, 5)

  • Μωυσῆς ὁ παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση (Josué 12, 6)

  • καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν (Josué 12, 7)

  • καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ (Josué 13, 5)

  • πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαιμ πάντας τοὺς Σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην (Josué 13, 6)

  • καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ (Josué 13, 7)


"A sua casa deve ser uma escada para o Céu". São Padre Pio de Pietrelcina