Mosaico decorativo

pronađen 5443 Rezultati za: Ρίο

  • καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου (I Samuel 15, 1)

  • τάδε εἶπεν κύριος σαβαωθ νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου (I Samuel 15, 2)

  • παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα (I Samuel 15, 11)

  • καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἶπεν αὐτῷ Σαουλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος (I Samuel 15, 13)

  • καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἶπεν αὐτῷ λάλησον (I Samuel 15, 16)

  • καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ (I Samuel 15, 17)

  • καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέσῃς αὐτούς (I Samuel 15, 18)

  • καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα (I Samuel 15, 20)

  • ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ (I Samuel 15, 23)

  • καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σοῦ ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ (I Samuel 15, 26)

  • καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ (I Samuel 15, 28)

  • καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ (I Samuel 15, 35)


"Se precisamos ter paciência para suportar os defeitos dos outros, quanto mais ainda precisamos para tolerar nossos próprios defeitos!" São Padre Pio de Pietrelcina