pronađen 4171 Rezultati za: Παρ
πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ἰωσὴφ ἐξ οἴκου δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου μαριάμ. (São Lucas 1, 27)
καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, μὴ φοβοῦ, μαριάμ, εὖρες γὰρ χάριν παρὰ τῶ θεῶ· (São Lucas 1, 30)
ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. (São Lucas 1, 37)
καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. (São Lucas 1, 45)
ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. (São Lucas 1, 64)
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ καίσαρος αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. (São Lucas 2, 1)
καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῶ καταλύματι. (São Lucas 2, 7)
καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. (São Lucas 2, 12)
καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον μωϊσέως, ἀνήγαγον αὐτὸν εἰς ἱεροσόλυμα παραστῆσαι τῶ κυρίῳ, (São Lucas 2, 22)
καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν ἰερουσαλὴμ ᾧ ὄνομα συμεών, καὶ ὁ ἄνθρωπος οὖτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ᾽ αὐτόν· (São Lucas 2, 25)
καὶ ἦν ἅννα προφῆτις, θυγάτηρ φανουήλ, ἐκ φυλῆς ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, (São Lucas 2, 36)
καὶ ἰησοῦς προέκοπτεν [ἐν τῇ] σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῶ καὶ ἀνθρώποις. (São Lucas 2, 52)