Mosaico decorativo

pronađen 30029 Rezultati za: Οὐ

  • τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, (Colossenses 4, 7)

  • ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, (Colossenses 4, 8)

  • σὺν ὀνησίμῳ τῶ πιστῶ καὶ ἀγαπητῶ ἀδελφῶ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. (Colossenses 4, 9)

  • ἀσπάζεται ὑμᾶς ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ μᾶρκος ὁ ἀνεψιὸς βαρναβᾶ περὶ οὖ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν, (Colossenses 4, 10)

  • καὶ ἰησοῦς ὁ λεγόμενος ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὖτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. (Colossenses 4, 11)

  • ἀσπάζεται ὑμᾶς ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος χριστοῦ [ἰησοῦ], πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. (Colossenses 4, 12)

  • ἀσπάζεται ὑμᾶς λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ δημᾶς. (Colossenses 4, 14)

  • ἀσπάσασθε τοὺς ἐν λαοδικείᾳ ἀδελφοὺς καὶ νύμφαν καὶ τὴν κατ᾽ οἶκον αὐτῆς ἐκκλησίαν. (Colossenses 4, 15)

  • ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ᾽ ὑμῶν. (Colossenses 4, 18)

  • παῦλος καὶ σιλουανὸς καὶ τιμόθεος τῇ ἐκκλησίᾳ θεσσαλονικέων ἐν θεῶ πατρὶ καὶ κυρίῳ ἰησοῦ χριστῶ· χάρις ὑμῖν καὶ εἰρήνη. (I Tessalonicenses 1, 1)

  • εὐχαριστοῦμεν τῶ θεῶ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως (I Tessalonicenses 1, 2)

  • μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, (I Tessalonicenses 1, 3)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina