Mosaico decorativo

pronađen 30029 Rezultati za: Οὐ

  • λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. (São Lucas 7, 28)

  • καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα ἰωάννου· (São Lucas 7, 29)

  • οἱ δὲ φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. (São Lucas 7, 30)

  • τίνι οὗν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; (São Lucas 7, 31)

  • ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε. (São Lucas 7, 32)

  • ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. (São Lucas 7, 34)

  • ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ φαρισαίου κατεκλίθη. (São Lucas 7, 36)

  • καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου (São Lucas 7, 37)

  • καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῶ μύρῳ. (São Lucas 7, 38)

  • ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῶ λέγων, οὖτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. (São Lucas 7, 39)

  • καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ, διδάσκαλε, εἰπέ, φησίν. (São Lucas 7, 40)

  • μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὗν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν; (São Lucas 7, 42)


"É loucura fixar o olhar no que rapidamente passa". São Padre Pio de Pietrelcina