pronađen 3715 Rezultati za: Οὐκ
ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται (Eclesiástico 40, 29)
τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς (Eclesiástico 41, 4)
πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται (Eclesiástico 41, 11)
οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν (Eclesiástico 42, 17)
οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος (Eclesiástico 42, 20)
πάντα δισσά ἓν κατέναντι τοῦ ἑνός καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον (Eclesiástico 42, 24)
καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς (Eclesiástico 44, 9)
ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν (Eclesiástico 44, 10)
ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται (Eclesiástico 44, 13)
ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός (Eclesiástico 45, 13)
εἶδεν κύριος καὶ οὐκ εὐδόκησεν καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ (Eclesiástico 45, 19)
πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία (Eclesiástico 45, 22)