pronađen 17880 Rezultati za: Οἱ
ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῶ ἱερῶ γενέσθαι με ἐν ἐκστάσει (Atos dos Apóstolos 22, 17)
καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ. (Atos dos Apóstolos 22, 18)
κἀγὼ εἶπον, κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· (Atos dos Apóstolos 22, 19)
ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. (Atos dos Apóstolos 22, 22)
ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ παῦλος, εἰ ἄνθρωπον ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; (Atos dos Apóstolos 22, 25)
ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῶ χιλιάρχῳ ἀπήγγειλεν λέγων, τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὖτος ῥωμαῖός ἐστιν. (Atos dos Apóstolos 22, 26)
προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῶ, λέγε μοι, σὺ ῥωμαῖος εἶ; ὁ δὲ ἔφη, ναί. (Atos dos Apóstolos 22, 27)
εὐθέως οὗν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς. (Atos dos Apóstolos 22, 29)
ἀτενίσας δὲ ὁ παῦλος τῶ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῶ θεῶ ἄχρι ταύτης τῆς ἡμέρας. (Atos dos Apóstolos 23, 1)
ὁ δὲ ἀρχιερεὺς ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῶ τύπτειν αὐτοῦ τὸ στόμα. (Atos dos Apóstolos 23, 2)
τότε ὁ παῦλος πρὸς αὐτὸν εἶπεν, τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; (Atos dos Apóstolos 23, 3)
οἱ δὲ παρεστῶτες εἶπαν, τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; (Atos dos Apóstolos 23, 4)