Mosaico decorativo

pronađen 27855 Rezultati za: Καὶ

  • ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν (Tobias 5, 18)

  • καὶ εἶπεν αὐτῇ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν (Tobias 5, 21)

  • ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων (Tobias 5, 22)

  • καὶ ἐπαύσατο κλαίουσα (Tobias 5, 23)

  • οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκεῖ (Tobias 6, 1)

  • τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον (Tobias 6, 2)

  • ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβοῦ τοῦ ἰχθύος καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν (Tobias 6, 3)

  • καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς (Tobias 6, 4)

  • καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον (Tobias 6, 5)

  • καὶ ὥδευον ἀμφότεροι ἕως ἤγγισαν ἐν Ἐκβατάνοις (Tobias 6, 6)

  • καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε τί ἐστιν τὸ ἧπαρ καὶ ἡ καρδία καὶ ἡ χολὴ τοῦ ἰχθύος (Tobias 6, 7)

  • καὶ εἶπεν αὐτῷ ἡ καρδία καὶ τὸ ἧπαρ ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός καὶ οὐκέτι οὐ μὴ ὀχληθῇ (Tobias 6, 8)


"Amar significa dar aos outros – especialmente a quem precisa e a quem sofre – o que de melhor temos em nós mesmos." São Padre Pio de Pietrelcina