pronađen 27855 Rezultati za: Καὶ
καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον τοῦ θεοῦ σου καὶ τὸν βασιλικόν ἐπιμελῶς κολασθήσονται ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ (Esdras 8, 24)
καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ (Esdras 8, 26)
καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ θεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ Ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι (Esdras 8, 27)
καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ’ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως (Esdras 8, 28)
ἐκ τῶν υἱῶν Φορος Ζαχαριας καὶ μετ’ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα (Esdras 8, 30)
ἐκ τῶν υἱῶν Φααθμωαβ Ελιαωνιας Ζαραιου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι (Esdras 8, 31)
ἐκ τῶν υἱῶν Ζαθοης Σεχενιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες τριακόσιοι ἐκ τῶν υἱῶν Αδινου Βην-Ιωναθου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα (Esdras 8, 32)
ἐκ τῶν υἱῶν Ηλαμ Ιεσιας Γοθολιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα (Esdras 8, 33)
ἐκ τῶν υἱῶν Σαφατιου Ζαραιας Μιχαηλου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα (Esdras 8, 34)
ἐκ τῶν υἱῶν Ιωαβ Αβαδιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο (Esdras 8, 35)
ἐκ τῶν υἱῶν Βανι Ασσαλιμωθ Ιωσαφιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑκατὸν ἑξήκοντα (Esdras 8, 36)
ἐκ τῶν υἱῶν Βαβι Ζαχαριας Βηβαι καὶ μετ’ αὐτοῦ ἄνδρες εἴκοσι ὀκτώ (Esdras 8, 37)