Mosaico decorativo

pronađen 27855 Rezultati za: Καὶ

  • καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων (I Crônicas 16, 39)

  • τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου ὅσα ἐνετείλατο ἐφ’ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ (I Crônicas 16, 40)

  • καὶ μετ’ αὐτοῦ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ (I Crônicas 16, 41)

  • καὶ μετ’ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ Ιδιθων εἰς τὴν πύλην (I Crônicas 16, 42)

  • καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπέστρεψεν Δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ (I Crônicas 16, 43)

  • καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων (I Crônicas 17, 1)

  • καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει ὅτι ὁ θεὸς μετὰ σοῦ (I Crônicas 17, 2)

  • καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων (I Crônicas 17, 3)

  • πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου οὕτως εἶπεν κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ (I Crônicas 17, 4)

  • ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι (I Crônicas 17, 5)

  • καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ (I Crônicas 17, 7)

  • καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς (I Crônicas 17, 8)


"Ouço interiormente uma voz que constantemente me diz: Santifique-se e santifique!" São Padre Pio de Pietrelcina