Mosaico decorativo

pronađen 27855 Rezultati za: Καὶ

  • καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; (São Marcos 14, 37)

  • γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. (São Marcos 14, 38)

  • καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. (São Marcos 14, 39)

  • καὶ πάλιν ἐλθὼν εὖρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῶ. (São Marcos 14, 40)

  • καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε; ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. (São Marcos 14, 41)

  • καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ἰούδας εἷς τῶν δώδεκα καὶ μετ᾽ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. (São Marcos 14, 43)

  • δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς. (São Marcos 14, 44)

  • καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῶ λέγει, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. (São Marcos 14, 45)

  • οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῶ καὶ ἐκράτησαν αὐτόν. (São Marcos 14, 46)

  • εἷς δέ [τις] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. (São Marcos 14, 47)

  • καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; (São Marcos 14, 48)

  • καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῶ ἱερῶ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. (São Marcos 14, 49)


"Onde há mais sacrifício, há mais generosidade." São Padre Pio de Pietrelcina