pronađen 27855 Rezultati za: Καὶ
καὶ ὤφθη αὐτοῖς ἠλίας σὺν μωϊσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῶ ἰησοῦ. (São Marcos 9, 4)
καὶ ἀποκριθεὶς ὁ πέτρος λέγει τῶ ἰησοῦ, ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ μωϊσεῖ μίαν καὶ ἠλίᾳ μίαν. (São Marcos 9, 5)
καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. (São Marcos 9, 7)
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν. (São Marcos 9, 8)
καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. (São Marcos 9, 9)
καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. (São Marcos 9, 10)
καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; (São Marcos 9, 11)
ὁ δὲ ἔφη αὐτοῖς, ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; (São Marcos 9, 12)
ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῶ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ᾽ αὐτόν. (São Marcos 9, 13)
καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. (São Marcos 9, 14)
καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. (São Marcos 9, 15)
καὶ ἐπηρώτησεν αὐτούς, τί συζητεῖτε πρὸς αὐτούς; (São Marcos 9, 16)