Mosaico decorativo

pronađen 27855 Rezultati za: Καὶ

  • καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν (Baruc 1, 16)

  • καὶ ἠπειθήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν (Baruc 1, 18)

  • ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς κύριον θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ (Baruc 1, 19)

  • καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά ἣν συνέταξεν κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ᾗ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη (Baruc 1, 20)

  • καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς (Baruc 1, 21)

  • καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατ’ ὀφθαλμοὺς κυρίου θεοῦ ἡμῶν (Baruc 1, 22)

  • καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ισραηλ καὶ Ιουδα (Baruc 2, 1)

  • τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ (Baruc 2, 3)

  • καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ (Baruc 2, 4)

  • καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ (Baruc 2, 5)

  • τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη (Baruc 2, 6)

  • καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς (Baruc 2, 8)


"Todas as graças que pedimos no nome de Jesus são concedidas pelo Pai eterno." São Padre Pio de Pietrelcina