pronađen 27855 Rezultati za: Καὶ
καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν (Isaías 9, 12)
καὶ ἀφεῖλεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ (Isaías 9, 13)
πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας αὕτη ἡ ἀρχή καὶ προφήτην διδάσκοντα ἄνομα οὗτος ἡ οὐρά (Isaías 9, 14)
καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς (Isaías 9, 15)
διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει ὅτι πάντες ἄνομοι καὶ πονηροί καὶ πᾶν στόμα λαλεῖ ἄδικα ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή (Isaías 9, 16)
καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα (Isaías 9, 17)
διὰ θυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει (Isaías 9, 18)
ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ (Isaías 9, 19)
φάγεται γὰρ Μανασση τοῦ Εφραιμ καὶ Εφραιμ τοῦ Μανασση ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή (Isaías 9, 20)
ἐκκλίνοντες κρίσιν πτωχῶν ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν (Isaías 10, 2)
καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς ἡ γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν (Isaías 10, 3)
οὐαὶ Ἀσσυρίοις ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν (Isaías 10, 5)