pronađen 27855 Rezultati za: Καὶ
πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα (Eclesiástico 31, 30)
ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει (Eclesiástico 31, 31)
ἡγούμενόν σε κατέστησαν μὴ ἐπαίρου γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν φρόντισον αὐτῶν καὶ οὕτω κάθισον (Eclesiástico 32, 1)
καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε ἵνα εὐφρανθῇς δι’ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον (Eclesiástico 32, 2)
λάλησον πρεσβύτερε πρέπει γάρ σοι ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά (Eclesiástico 32, 3)
ὅπου ἀκρόαμα μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου (Eclesiástico 32, 4)
κεφαλαίωσον λόγον ἐν ὀλίγοις πολλά γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν (Eclesiástico 32, 8)
ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει (Eclesiástico 32, 9)
πρὸ βροντῆς κατασπεύδει ἀστραπή καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις (Eclesiástico 32, 10)
ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει (Eclesiástico 32, 11)
ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ (Eclesiástico 32, 12)
καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ (Eclesiástico 32, 13)