Mosaico decorativo

pronađen 27855 Rezultati za: Καὶ

  • ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι (Eclesiástico 21, 18)

  • πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς (Eclesiástico 21, 19)

  • ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ (Eclesiástico 21, 21)

  • μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται (Eclesiástico 21, 28)

  • λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ (Eclesiástico 22, 1)

  • θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος (Eclesiástico 22, 4)

  • πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται (Eclesiástico 22, 5)

  • μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας (Eclesiástico 22, 6)

  • διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ καὶ ἐπὶ συντελείᾳ ἐρεῖ τί ἐστιν (Eclesiástico 22, 10)

  • ἐπὶ νεκρῷ κλαῦσον ἐξέλιπεν γὰρ φῶς καὶ ἐπὶ μωρῷ κλαῦσον ἐξέλιπεν γὰρ σύνεσιν ἥδιον κλαῦσον ἐπὶ νεκρῷ ὅτι ἀνεπαύσατο τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά (Eclesiástico 22, 11)

  • πένθος νεκροῦ ἑπτὰ ἡμέραι μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ (Eclesiástico 22, 12)

  • μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ’ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ (Eclesiástico 22, 13)


"A maior caridade é aquela que arranca as pessoas vencidas pelo demônio, a fim de ganhá-las para Cristo." São Padre Pio de Pietrelcina