pronađen 27855 Rezultati za: Καὶ
ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ’ υἱοῖς (Eclesiástico 3, 2)
καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ (Eclesiástico 3, 4)
ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται (Eclesiástico 3, 5)
ὁ δοξάζων πατέρα μακροημερεύσει καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ (Eclesiástico 3, 6)
καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν (Eclesiástico 3, 7)
ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτοῦ (Eclesiástico 3, 8)
ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ (Eclesiástico 3, 11)
τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ (Eclesiástico 3, 12)
κἂν ἀπολείπῃ σύνεσιν συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου (Eclesiástico 3, 13)
ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι (Eclesiástico 3, 14)
ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ (Eclesiástico 3, 16)
τέκνον ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ (Eclesiástico 3, 17)