pronađen 27855 Rezultati za: Καὶ
καὶ Ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον (I Macabeus 9, 18)
καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν (I Macabeus 9, 19)
καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον (I Macabeus 9, 20)
καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα (I Macabeus 9, 22)
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν (I Macabeus 9, 23)
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν (I Macabeus 9, 24)
καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας (I Macabeus 9, 25)
καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς (I Macabeus 9, 26)
καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς (I Macabeus 9, 27)
καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν (I Macabeus 9, 28)
ἀφ’ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν (I Macabeus 9, 29)
νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ’ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν (I Macabeus 9, 30)