pronađen 27855 Rezultati za: Καὶ
τὰ ὄρη καὶ πάντες οἱ βουνοί ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι (Salmos 148, 9)
τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά (Salmos 148, 10)
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί ἄρχοντες καὶ πάντες κριταὶ γῆς (Salmos 148, 11)
νεανίσκοι καὶ παρθένοι πρεσβῦται μετὰ νεωτέρων (Salmos 148, 12)
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ (Salmos 148, 13)
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ τοῖς υἱοῖς Ισραηλ λαῷ ἐγγίζοντι αὐτῷ (Salmos 148, 14)
Gr./Heb. Psalm 149 αλληλουια ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων (Salmos 149, 1)
εὐφρανθήτω Ισραηλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιων ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν (Salmos 149, 2)
αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ (Salmos 149, 3)
ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ (Salmos 149, 4)
καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν (Salmos 149, 5)
αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν (Salmos 149, 6)