pronađen 2453 Rezultati za: Ισραηλ
καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτόν καὶ ἐκληρονόμησεν Ισραηλ τὴν πᾶσαν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην (Juízes 11, 21)
καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτόν (Juízes 11, 23)
καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλακ υἱὸν Σεπφωρ βασιλέα Μωαβ μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν (Juízes 11, 25)
καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων (Juízes 11, 27)
καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθεῖν ἄχρις Αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ (Juízes 11, 33)
καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ (Juízes 11, 39)
ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ (Juízes 11, 40)
καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ (Juízes 12, 7)
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ (Juízes 12, 8)
καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη (Juízes 12, 9)
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη (Juízes 12, 11)
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης (Juízes 12, 13)