pronađen 11889 Rezultati za: Εἰς
καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὖρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. (São Marcos 14, 16)
καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ ἰησοῦς εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. (São Marcos 14, 18)
ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῶ εἷς κατὰ εἷς, μήτι ἐγώ; (São Marcos 14, 19)
ὁ δὲ εἶπεν αὐτοῖς, εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρύβλιον. (São Marcos 14, 20)
καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. (São Marcos 14, 26)
ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. (São Marcos 14, 28)
καὶ ἔρχονται εἰς χωρίον οὖ τὸ ὄνομα γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, καθίσατε ὧδε ἕως προσεύξωμαι. (São Marcos 14, 32)
καὶ παραλαμβάνει τὸν πέτρον καὶ [τὸν] ἰάκωβον καὶ [τὸν] ἰωάννην μετ᾽ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, (São Marcos 14, 33)
καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; (São Marcos 14, 37)
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. (São Marcos 14, 38)
καὶ πάλιν ἐλθὼν εὖρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῶ. (São Marcos 14, 40)
καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε; ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. (São Marcos 14, 41)