pronađen 11889 Rezultati za: Εἰς
καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ’ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον (I Macabeus 3, 13)
καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός (I Macabeus 3, 16)
ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν εἶπον τῷ Ιουδα τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον (I Macabeus 3, 17)
καὶ εἶπεν Ιουδας εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις (I Macabeus 3, 18)
ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν (I Macabeus 3, 21)
καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν ὑμεῖς δὲ μὴ φοβεῖσθε ἀπ’ αὐτῶν (I Macabeus 3, 22)
ὡς δὲ ἐπαύσατο λαλῶν ἐνήλατο εἰς αὐτοὺς ἄφνω καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ (I Macabeus 3, 23)
καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου καὶ ἔπεσον ἀπ’ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ (I Macabeus 3, 24)
ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς Ἀντίοχος τοὺς λόγους τούτους ὠργίσθη θυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ παρεμβολὴν ἰσχυρὰν σφόδρα (I Macabeus 3, 27)
καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν (I Macabeus 3, 28)
καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δαψιλῇ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν (I Macabeus 3, 30)
καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ (I Macabeus 3, 31)