pronađen 11889 Rezultati za: Εἰς
καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου καὶ οὐκ ἤκουσαν ἀλλὰ ἐν ταῖς ἐντολαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἡμάρτοσαν ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν (Neemias 19, 29)
καὶ νῦν ὁ θεὸς ἡμῶν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ασσουρ καὶ ἕως τῆς ἡμέρας ταύτης (Neemias 19, 32)
καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφ’ ἡμᾶς ὅτι ἀλήθειαν ἐποίησας καὶ ἡμεῖς ἐξημάρτομεν (Neemias 19, 33)
καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς (Neemias 19, 34)
καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν Λευῖται ἡμῶν ἱερεῖς ἡμῶν (Neemias 20, 1)
Μααζια Βελγαι Σαμαια οὗτοι ἱερεῖς (Neemias 20, 9)
καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ Λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς ὁ εἰδὼς καὶ συνίων (Neemias 20, 29)
ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ (Neemias 20, 30)
καὶ στήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ’ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ’ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν (Neemias 20, 33)
εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων τῶν νουμηνιῶν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν (Neemias 20, 34)
καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ’ ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ (Neemias 20, 35)
καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν εἰς οἶκον κυρίου (Neemias 20, 36)