pronađen 11645 Rezultati za: Δὲ
σολομῶν δὲ οἰκοδόμησεν αὐτῶ οἶκον. (Atos dos Apóstolos 7, 47)
ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; (Atos dos Apóstolos 7, 49)
ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. (Atos dos Apóstolos 7, 54)
ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, (Atos dos Apóstolos 7, 55)
καὶ εἶπεν, ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. (Atos dos Apóstolos 7, 56)
κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν, (Atos dos Apóstolos 7, 57)
καὶ ἐλιθοβόλουν τὸν στέφανον ἐπικαλούμενον καὶ λέγοντα, κύριε ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. (Atos dos Apóstolos 7, 59)
θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ, κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. (Atos dos Apóstolos 7, 60)
σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς ἰουδαίας καὶ σαμαρείας πλὴν τῶν ἀποστόλων. (Atos dos Apóstolos 8, 1)
συνεκόμισαν δὲ τὸν στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾽ αὐτῶ. (Atos dos Apóstolos 8, 2)
σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. (Atos dos Apóstolos 8, 3)
φίλιππος δὲ κατελθὼν εἰς [τὴν] πόλιν τῆς σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. (Atos dos Apóstolos 8, 5)