pronađen 11645 Rezultati za: Δὲ
καὶ εἶπεν Ελισαιε ἄκουσον λόγον κυρίου τάδε λέγει κύριος ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας (II Reis 7, 1)
καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τί ἡμεῖς καθήμεθα ὧδε ἕως ἀποθάνωμεν (II Reis 7, 3)
ἐὰν εἴπωμεν εἰσέλθωμεν εἰς τὴν πόλιν καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ καὶ ἐὰν καθίσωμεν ὧδε καὶ ἀποθανούμεθα καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας ἐὰν ζωογονήσωσιν ἡμᾶς καὶ ζησόμεθα καὶ ἐὰν θανατώσωσιν ἡμᾶς καὶ ἀποθανούμεθα (II Reis 7, 4)
καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ νῦν ἐμισθώσατο ἐφ’ ἡμᾶς βασιλεὺς Ισραηλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφ’ ἡμᾶς (II Reis 7, 6)
καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ οὐχ οὕτως ἡμεῖς ποιοῦμεν ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως (II Reis 7, 9)
καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν (II Reis 7, 10)
καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπεν λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων οἳ κατελείφθησαν ὧδε ἰδού εἰσιν πρὸς πᾶν τὸ πλῆθος Ισραηλ τὸ ἐκλεῖπον καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα (II Reis 7, 13)
καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων δεῦτε καὶ ἴδετε (II Reis 7, 14)
καὶ Ελισαιε ἐλάλησεν πρὸς τὴν γυναῖκα ἧς ἐζωπύρησεν τὸν υἱόν λέγων ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη (II Reis 8, 1)
καὶ ἦλθεν Ελισαιε εἰς Δαμασκόν καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε (II Reis 8, 7)
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αζαηλ λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ’ αὐτοῦ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης (II Reis 8, 8)
καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης (II Reis 8, 9)