Mosaico decorativo

pronađen 972 Rezultati za: Δαυιδ

  • καὶ ἠρώτησεν Δαυιδ διὰ κυρίου λέγων εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν κύριος πρὸς Δαυιδ ἀνάβαινε ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου (II Samuel 5, 19)

  • καὶ ἦλθεν Δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ καὶ εἶπεν Δαυιδ διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐπάνω διακοπῶν (II Samuel 5, 20)

  • καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ (II Samuel 5, 21)

  • καὶ ἐπηρώτησεν Δαυιδ διὰ κυρίου καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος (II Samuel 5, 23)

  • καὶ ἐποίησεν Δαυιδ καθὼς ἐνετείλατο αὐτῷ κύριος καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαων ἕως τῆς γῆς Γαζηρα (II Samuel 5, 25)

  • καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας (II Samuel 6, 1)

  • καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ ἐφ’ ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβιν ἐπ’ αὐτῆς (II Samuel 6, 2)

  • καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς (II Samuel 6, 5)

  • καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης (II Samuel 6, 8)

  • καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου (II Samuel 6, 9)

  • καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου (II Samuel 6, 10)

  • καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυιδ λέγοντες ηὐλόγησεν κύριος τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνῃ (II Samuel 6, 12)


"O mal não se vence com o mal, mas com o bem, que tem em si uma força sobrenatural." São Padre Pio de Pietrelcina