pronađen 1753 Rezultati za: Αὐτοῖς
καὶ λέγει αὐτοῖς, οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; (São Marcos 2, 25)
καὶ ἔλεγεν αὐτοῖς, τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· (São Marcos 2, 27)
καὶ λέγει αὐτοῖς, ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. (São Marcos 3, 4)
καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν. (São Marcos 3, 12)
καὶ ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν τοῦ ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόμα[τα] βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς· (São Marcos 3, 17)
καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν; (São Marcos 3, 23)
καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί [μου]; (São Marcos 3, 33)
καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, (São Marcos 4, 2)
καὶ ἔλεγεν αὐτοῖς, ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, (São Marcos 4, 11)
ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς. (São Marcos 4, 12)
καὶ λέγει αὐτοῖς, οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; (São Marcos 4, 13)
καὶ ἔλεγεν αὐτοῖς, μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ; (São Marcos 4, 21)