Trouvé 35140 Résultats pour: Ὁ
παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· (I Coríntios 16, 15)
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῶ συνεργοῦντι καὶ κοπιῶντι. (I Coríntios 16, 16)
χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ στεφανᾶ καὶ φορτουνάτου καὶ ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὖτοι ἀνεπλήρωσαν, (I Coríntios 16, 17)
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὗν τοὺς τοιούτους. (I Coríntios 16, 18)
ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ ἀκύλας καὶ πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ. (I Coríntios 16, 19)
ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. (I Coríntios 16, 20)
ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ παύλου. (I Coríntios 16, 21)
εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαρανα θα. (I Coríntios 16, 22)
ἡ χάρις τοῦ κυρίου ἰησοῦ μεθ᾽ ὑμῶν. (I Coríntios 16, 23)
ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν χριστῶ ἰησοῦ. (I Coríntios 16, 24)
παῦλος ἀπόστολος χριστοῦ ἰησοῦ διὰ θελήματος θεοῦ, καὶ τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὗσιν ἐν ὅλῃ τῇ ἀχαΐᾳ· (II Coríntios 1, 1)
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ. (II Coríntios 1, 2)