Trouvé 35140 Résultats pour: Ὁ
κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῶ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. (I Coríntios 16, 2)
ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς ἰερουσαλήμ· (I Coríntios 16, 3)
ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. (I Coríntios 16, 4)
ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν μακεδονίαν διέλθω, μακεδονίαν γὰρ διέρχομαι· (I Coríntios 16, 5)
πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὖ ἐὰν πορεύωμαι. (I Coríntios 16, 6)
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. (I Coríntios 16, 7)
ἐπιμενῶ δὲ ἐν ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· (I Coríntios 16, 8)
θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. (I Coríntios 16, 9)
ἐὰν δὲ ἔλθῃ τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ· (I Coríntios 16, 10)
μή τις οὗν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. (I Coríntios 16, 11)
περὶ δὲ ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. (I Coríntios 16, 12)
γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· (I Coríntios 16, 13)