Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • τότε λέγει τῶ ἀνθρώπῳ, ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. (São Mateus 12, 13)

  • ἐξελθόντες δὲ οἱ φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν. (São Mateus 12, 14)

  • ὁ δὲ ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν αὐτῶ [ὄχλοι] πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, (São Mateus 12, 15)

  • καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· (São Mateus 12, 16)

  • ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, (São Mateus 12, 17)

  • ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. (São Mateus 12, 18)

  • οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. (São Mateus 12, 19)

  • κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. (São Mateus 12, 20)

  • καὶ τῶ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. (São Mateus 12, 21)

  • τότε προσηνέχθη αὐτῶ δαιμονιζόμενος τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν. (São Mateus 12, 22)

  • καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, μήτι οὖτός ἐστιν ὁ υἱὸς δαυίδ; (São Mateus 12, 23)

  • οἱ δὲ φαρισαῖοι ἀκούσαντες εἶπον, οὖτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῶ βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. (São Mateus 12, 24)


"Recorramos a Jesus e não às pessoas, pois só Ele nunca nos faltará." São Padre Pio de Pietrelcina