Löydetty 35140 Tulokset: Ὁ
τότε λέγει τῶ ἀνθρώπῳ, ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. (São Mateus 12, 13)
ἐξελθόντες δὲ οἱ φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν. (São Mateus 12, 14)
ὁ δὲ ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν αὐτῶ [ὄχλοι] πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, (São Mateus 12, 15)
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· (São Mateus 12, 16)
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, (São Mateus 12, 17)
ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. (São Mateus 12, 18)
οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. (São Mateus 12, 19)
κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. (São Mateus 12, 20)
καὶ τῶ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. (São Mateus 12, 21)
τότε προσηνέχθη αὐτῶ δαιμονιζόμενος τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν. (São Mateus 12, 22)
καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, μήτι οὖτός ἐστιν ὁ υἱὸς δαυίδ; (São Mateus 12, 23)
οἱ δὲ φαρισαῖοι ἀκούσαντες εἶπον, οὖτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῶ βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. (São Mateus 12, 24)