Trouvé 35140 Résultats pour: Ὁ
λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· (São Mateus 8, 11)
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. (São Mateus 8, 12)
καὶ εἶπεν ὁ ἰησοῦς τῶ ἑκατοντάρχῃ, ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ. (São Mateus 8, 13)
καὶ ἐλθὼν ὁ ἰησοῦς εἰς τὴν οἰκίαν πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· (São Mateus 8, 14)
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῶ. (São Mateus 8, 15)
ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῶ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· (São Mateus 8, 16)
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. (São Mateus 8, 17)
ἰδὼν δὲ ὁ ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. (São Mateus 8, 18)
καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῶ, διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. (São Mateus 8, 19)
καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. (São Mateus 8, 20)
ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῶ, κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. (São Mateus 8, 21)
ὁ δὲ ἰησοῦς λέγει αὐτῶ, ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. (São Mateus 8, 22)