Trouvé 35140 Résultats pour: Ὁ
καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· (São Mateus 7, 28)
ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν. (São Mateus 7, 29)
καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῶ ὄχλοι πολλοί. (São Mateus 8, 1)
καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῶ λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. (São Mateus 8, 2)
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. (São Mateus 8, 3)
καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῶ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν μωϊσῆς, εἰς μαρτύριον αὐτοῖς. (São Mateus 8, 4)
εἰσελθόντος δὲ αὐτοῦ εἰς καφαρναοὺμ προσῆλθεν αὐτῶ ἑκατόνταρχος παρακαλῶν αὐτὸν (São Mateus 8, 5)
καὶ λέγων, κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. (São Mateus 8, 6)
καὶ λέγει αὐτῶ, ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. (São Mateus 8, 7)
καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. (São Mateus 8, 8)
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῶ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. (São Mateus 8, 9)
ἀκούσας δὲ ὁ ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, ἀμὴν λέγω ὑμῖν, παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῶ ἰσραὴλ εὖρον. (São Mateus 8, 10)