Mosaico decorativo

1. No tengas envidia de los malos, no desees estar con ellos,

1. υἱέ μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ’ αὐτῶν

2. porque su corazón trama violencias, y sus labios hablan de desgracias.

2. ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ

3. Con la sabiduria se construye una casa, y con la prudencia se afianza;

3. μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται

4. con la ciencia se llenan los cilleros de todo bien precioso y deseable.

4. μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ

5. El varón sabio está fuerte, el hombre de ciencia fortalece su vigor;

5. κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου

6. porque con sabios consejos harás la guerra, y en la abundancia de consejeros está el éxito.

6. μετὰ κυβερνήσεως γίνεται πόλεμος βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς

7. Muy alta está la sabiduría para el necio: no abre su boca en la puerta.

7. σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου

8. Al que piensa en hacer mal, se le llama maestro en intrigas.

8. ἀλλὰ λογίζονται ἐν συνεδρίοις ἀπαιδεύτοις συναντᾷ θάνατος

9. La necedad sólo maquina pecados, el arrogante es abominable a los hombres.

9. ἀποθνῄσκει δὲ ἄφρων ἐν ἁμαρτίαις ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται

10. Si te dejas abatir el día de la angustia, angosta es tu fuerza.

10. ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ

11. Libra a los que son llevados a la muerte, y a los conducidos al suplicio ¡si los puedieras retener!

11. ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείσῃ

12. Si dices: «Mira que no lo sabíamos», ¿acaso el que pesa los corazones no comprende? ¿el que vigila tu alma, no lo sabe? El da a cada hombre según sus obras.

12. ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ

13. Come miel, hijo mío, porque es buena. Panal de miel es dulce a tu paladar.

13. φάγε μέλι υἱέ ἀγαθὸν γὰρ κηρίον ἵνα γλυκανθῇ σου ὁ φάρυγξ

14. Pues sábete que así será la sabiduría para tu alma, y si la hallas, hay un mañana, y tu esperanza no será aniquilada.

14. οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ ἐὰν γὰρ εὕρῃς ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει

15. No pongas, malvado, asechanzas en la mansión del justo, no hagas violencia a su morada.

15. μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας

16. Que siete veces cae el justo, pero se levanta, mientras los malos se hunden en la desgracia.

16. ἑπτάκι γὰρ πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς

17. No te alegres por la caída de tu enemigo, no se goce tu corazón cuando se hunde;

17. ἐὰν πέσῃ ὁ ἐχθρός σου μὴ ἐπιχαρῇς αὐτῷ ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου

18. no sea que lo vea Yahveh y le desagrade, y aparte de él su ira.

18. ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ

19. No te enfurezcas por causa de los malvados, ni tengas envidia de los malos.

19. μὴ χαῖρε ἐπὶ κακοποιοῖς μηδὲ ζήλου ἁμαρτωλούς

20. Porque para el malvado no hay un mañana: la lámpara de los malos se extinguirá.

20. οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται

21. Teme, hijo mío, a Yahveh y al rey, no te relaciones con los innovadores,

21. φοβοῦ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς

22. porque al instante surgirá su calamidad, y ¿quién sabe el castigo que pueden ambos dar?

22. ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται (22a) λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται δεχόμενος δὲ ἐδέξατο αὐτόν (22b) μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ (22c) μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη ὃς δ’ ἂν παραδοθῇ συντριβήσεται (22d) ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ σὺν νεύροις ἀνθρώπους ἀναλίσκει (22e) καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλὸξ ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν

23. También esto pertenece a los sabios: Hacer acepción de personas en el juicio no está bien.

23. LXX Relocates Proverbs 30:1–4 Before 24:23 ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν

24. Al que dice al malo: «Eres justo», le maldicen los pueblos y le detestan las naciones;

24. ὁ εἰπὼν τὸν ἀσεβῆ δίκαιός ἐστιν ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη

25. los que los castigan, viven felices, y viene sobre ellos la bendición del bien.

25. οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται ἐπ’ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή

26. Besa en los labios, el que responde con franqueza.

26. χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς

27. Ordena tus trabajos de fuera y prepara tus faenas en el campo; y después puedes construirte tu casa.

27. ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου

28. No des testimonio, en vano, contra tu prójimo, ni engañes con tus labios.

28. μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοῖς χείλεσιν

29. No digas: «Como él me ha hecho a mí, le haré yo a él, daré a cada uno según sus obras.»

29. μὴ εἴπῃς ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν

30. He pasado junto al campo de un perezoso, y junto a la viña de un hombre insensato,

30. ὥσπερ γεώργιον ἀνὴρ ἄφρων καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν

31. y estaba todo invadido de ortigas, los cardos cubrían el suelo, la cerca de piedras estaba derruída.

31. ἐὰν ἀφῇς αὐτόν χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται

32. Al verlo, medité en mi corazón, al contemplarlo aprendí la lección:

32. ὕστερον ἐγὼ μετενόησα ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν

33. «Un poco dormir, otro poco dormitar, otro poco tumbarse con los brazos cruzados

33. ὀλίγον νυστάζω ὀλίγον δὲ καθυπνῶ ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη

34. y llegará, como vagabundo, tu miseria y como un mendigo tu pobreza.»

34. ἐὰν δὲ τοῦτο ποιῇς ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς LXX Relocates Proverbs 30:15–31:9 After 24:34



Lue Raamattu vuodessa

Liity yhteisöömme ja lue koko Raamattu 365 päivässä. Jäsennelty ja inspiroiva polku uskosi ja Raamatun tuntemuksesi syventämiseen.