Mosaico decorativo

1. El que ama la instrucción ama la ciencia, el que odia la reprensión es tonto.

1. ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν ὁ δὲ μισῶν ἐλέγχους ἄφρων

2. El bueno obtiene el favor de Yahveh; pero él condena al hombre taimado.

2. κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται

3. Nadie se afianza por la maldad, la raíz de los justos no vacilará.

3. οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται

4. Mujer virtuosa, corona del marido, mujer desvergonzada, caries en los huesos.

4. γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός

5. Las intenciones de los justos son equidad, los planes de los malos, son engano.

5. λογισμοὶ δικαίων κρίματα κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους

6. Las palabras de los malos son trampas sangrientas, pero a los rectos su boca los pone a salvo.

6. λόγοι ἀσεβῶν δόλιοι στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς

7. Derribados los malos, no existen ya más, mas la casa de los justos permanece.

7. οὗ ἐὰν στραφῇ ἀσεβὴς ἀφανίζεται οἶκοι δὲ δικαίων παραμένουσιν

8. Se alaba al hombre según su prudencia, el de corazón torcido será despreciado.

8. στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται

9. Más vale hombre sencillo que tiene un esclavo, que hombre glorioso a quien falta el pan.

9. κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου

10. El justo se cuida de su ganado, pero las entrañas de los malos son crueles.

10. δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα

11. Quien cultiva su tierra se hartará de pan, quien persigue naderías es un insensato.

11. ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν (11a) ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν

12. El placer del impío está en la maquinación de los malvados, pero la raíz de los justos producirá.

12. ἐπιθυμίαι ἀσεβῶν κακαί αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν

13. En el delito de los labios hay una trampa fatal, pero el justo saldrá de la angustia.

13. δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος (13a) ὁ βλέπων λεῖα ἐλεηθήσεται ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς

14. Por el fruto de su boca, se harta de bien el hombre, cada cual recibe el salario de sus obras.

14. ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ

15. El necio tiene por recto su camino, pero el sabio escucha los consejos.

15. ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν εἰσακούει δὲ συμβουλίας σοφός

16. El necio, al momento descubre su pena, el prudente oculta la ignominia.

16. ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος

17. Quien declara la verdad, descubre la justicia; el testigo mentiroso, la falsedad.

17. ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος

18. Quien habla sin tino, hiere como espada; mas la lengua de los sabios cura.

18. εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ γλῶσσαι δὲ σοφῶν ἰῶνται

19. Los labios sinceros permanecen por siempre, la lengua mentirosa dura un instante.

19. χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον

20. Fraude en el corazón de quien trama el mal; gozo para los que aconsejan paz.

20. δόλος ἐν καρδίᾳ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται

21. Ninguna desgracia le sucede al justo, pero los malos están llenos de miserias.

21. οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν

22. Los labios mentirosos abomina Yahveh; los que practican la verdad alcanzan su favor.

22. βδέλυγμα κυρίῳ χείλη ψευδῆ ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ

23. El hombre cauto oculta su ciencia, el corazón del insensato proclama su necedad.

23. ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς

24. La mano diligente obtiene el mando; la flojedad acaba en trabajos forzados.

24. χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς δόλιοι δὲ ἔσονται εἰς προνομήν

25. Ansiedad en el corazón deprime al hombre, pero una palabra buena le causa alegría.

25. φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν

26. El justo enseña el camino a su prójimo, el camino de los malos los extravía.

26. ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς

27. El indolente no pone a asar su caza; la diligencia es la mejor fortuna del hombre.

27. οὐκ ἐπιτεύξεται δόλιος θήρας κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός

28. En la senda de la justicia está la vida; el camino de los rencorosos lleva a la muerte.

28. ἐν ὁδοῖς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον



Lue Raamattu vuodessa

Liity yhteisöömme ja lue koko Raamattu 365 päivässä. Jäsennelty ja inspiroiva polku uskosi ja Raamatun tuntemuksesi syventämiseen.