Mosaico decorativo

1. Así fue concluida todo la obra que hizo Salomón para la Casa de Yahveh. Salomón hizo traer todo lo consagrado por su padre David, la plata, el oro y todos los objetos, y lo puso en los tesoros de la Casa de Dios.

1. καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμων ἐν οἴκῳ κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου

2. Entonces congregó Salomón en Jerusalén a todos los ancianos de Israel, a todos los jefes de las tribus y a los principales de las casas paternas de los hijos de Israel, para hacer subir el arca de la alianza de Yahveh desde la Ciudad de David, que es Sión.

2. τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη Σιων

3. Se reunieron junto al rey todos los hombres de Israel, en la fiesta del mes séptimo.

3. καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς ἀνὴρ Ισραηλ ἐν τῇ ἑορτῇ οὗτος ὁ μὴν ἕβδομος

4. Cuando llegaron todos los ancianos de Israel, los levitas alzaron el arca;

4. καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ισραηλ καὶ ἔλαβον πάντες οἱ Λευῖται τὴν κιβωτὸν

5. y llevaron el arca y la Tienda del Encuentro y todos los utensilios del santuario que había en la Tienda; lo llevaron los sacerdotes levitas.

5. καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευῖται

6. El rey Salomón, con toda la comunidad de Israel que se había reunido en torno a él, sacrificaron ante el arca ovejas y bueyes en incalculable e innumerable abundancia.

6. καὶ ὁ βασιλεὺς Σαλωμων καὶ πᾶσα συναγωγὴ Ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους

7. Los sacerdotes llevaron el arca de la alianza de Yahveh a su lugar, al Debir de la Casa, al Santo de los Santos, bajo las alas de los querubines.

7. καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβιν

8. Pues los querubines extendían las alas por encima del emplazamiento del arca, cubriendo el arca y los varales por encima.

8. καὶ ἦν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν

9. Los varales eran tan largos que se veían sus puntas desde el Santo, desde la parte anterior al Debir, pero no se veían desde fuera; y allí están hasta el día de hoy.

9. καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ οὐκ ἐβλέποντο ἔξω καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης

10. En el arca no había nada más que las dos tablas que hizo poner Moisés en ella, en el Horeb, cuando Yahveh hizo alianza con los israelitas a su salida de Egipto.

10. οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἃς ἔθηκεν Μωυσῆς ἐν Χωρηβ ἃ διέθετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου

11. Cuando los sacerdotes salieron del santuario, porque todos los sacerdotes que se hallaban presentes se habían santificado, sin guardar orden de clases,

11. καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν οὐκ ἦσαν διατεταγμένοι κατ’ ἐφημερίαν

12. y todos los levitas cantores, Asaf, Hemán y Yedutún, con sus hijos y hermanos, vestidos de lino fino, estaban de pie al oriente del altar, tocando címbalos, salterios y cítaras, y con ellos 120 sacerdotes que tocaban las trompetas;

12. καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ασαφ τῷ Αιμαν τῷ Ιδιθουν καὶ τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς ἀδελφοῖς αὐτῶν τῶν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου καὶ μετ’ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξιν

13. se hacían oír al mismo tiempo y al unísono los que tocaban las trompetas y los cantores, alabando y celebrando a Yahveh; alzando la voz con las trompetas y con los címbalos y otros instrumentos de música, alababan a Yahveh diciendo: «Porque es bueno, porque es eterno su amor»; la Casa se llenó de una nube, la misma Casa de Yahveh.

13. καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης κυρίου

14. Y los sacerdotes no pudieron continuar en el servicio a causa de la nube, porque la gloria de Yahveh llenaba la Casa de Dios.

14. καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἶκον τοῦ θεοῦ



Lue Raamattu vuodessa

Liity yhteisöömme ja lue koko Raamattu 365 päivässä. Jäsennelty ja inspiroiva polku uskosi ja Raamatun tuntemuksesi syventämiseen.