Mosaico decorativo

Löydetty 24028 Tulokset: Ἐν

  • καὶ ἔλαβεν ἑαυτῷ Ροβοαμ γυναῖκα τὴν Μολλαθ θυγατέρα Ιεριμουθ υἱοῦ Δαυιδ Αβαιαν θυγατέρα Ελιαβ τοῦ Ιεσσαι (II Crônicas 11, 18)

  • καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ (II Crônicas 11, 19)

  • καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχα θυγατέρα Αβεσσαλωμ καὶ ἔτεκεν αὐτῷ τὸν Αβια καὶ τὸν Ιεθθι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωθ (II Crônicas 11, 20)

  • καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα (II Crônicas 11, 21)

  • καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τῆς Μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν (II Crônicas 11, 22)

  • καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν (II Crônicas 11, 23)

  • καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήθη ἐγκατέλιπεν τὰς ἐντολὰς κυρίου καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ (II Crônicas 12, 1)

  • καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου (II Crônicas 12, 2)

  • ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ’ αὐτοῦ ἐξ Αἰγύπτου Λίβυες Τρωγλοδύται καὶ Αἰθίοπες (II Crônicas 12, 3)

  • καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἳ ἦσαν ἐν Ιουδα καὶ ἦλθεν εἰς Ιερουσαλημ (II Crônicas 12, 4)

  • καὶ Σαμαιας ὁ προφήτης ἦλθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἶπεν αὐτοῖς οὕτως εἶπεν κύριος ὑμεῖς ἐγκατελίπετέ με κἀγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακιμ (II Crônicas 12, 5)

  • καὶ ἐν τῷ ἰδεῖν κύριον ὅτι ἐνετράπησαν καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ἐνετράπησαν οὐ καταφθερῶ αὐτούς καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ιερουσαλημ (II Crônicas 12, 7)


"Devo fazer somente a vontade de Deus e, se lhe agrado, o restante não conta." São Padre Pio de Pietrelcina