Löydetty 27654 Tulokset: Τὸ
αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς πέργης παρεγένοντο εἰς ἀντιόχειαν τὴν πισιδίαν, καὶ [εἰς]ελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. (Atos dos Apóstolos 13, 14)
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. (Atos dos Apóstolos 13, 15)
ἀναστὰς δὲ παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. (Atos dos Apóstolos 13, 16)
ὁ θεὸς τοῦ λαοῦ τούτου ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, (Atos dos Apóstolos 13, 17)
καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, (Atos dos Apóstolos 13, 18)
ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως σαμουὴλ [τοῦ] προφήτου. (Atos dos Apóstolos 13, 20)
κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν σαοὺλ υἱὸν κίς, ἄνδρα ἐκ φυλῆς βενιαμίν, ἔτη τεσσεράκοντα. (Atos dos Apóstolos 13, 21)
καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, εὖρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. (Atos dos Apóstolos 13, 22)
τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῶ ἰσραὴλ σωτῆρα ἰησοῦν, (Atos dos Apóstolos 13, 23)
προκηρύξαντος ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῶ λαῶ ἰσραήλ. (Atos dos Apóstolos 13, 24)
ὡς δὲ ἐπλήρου ἰωάννης τὸν δρόμον, ἔλεγεν, τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὖ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. (Atos dos Apóstolos 13, 25)
ἄνδρες ἀδελφοί, υἱοὶ γένους ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. (Atos dos Apóstolos 13, 26)