Löydetty 27654 Tulokset: Τὸ
συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς μαρίας τῆς μητρὸς ἰωάννου τοῦ ἐπικαλουμένου μάρκου, οὖ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. (Atos dos Apóstolos 12, 12)
κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι ῥόδη· (Atos dos Apóstolos 12, 13)
καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν πέτρον πρὸ τοῦ πυλῶνος. (Atos dos Apóstolos 12, 14)
οἱ δὲ πρὸς αὐτὴν εἶπαν, μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον, ὁ ἄγγελός ἐστιν αὐτοῦ. (Atos dos Apóstolos 12, 15)
ὁ δὲ πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν. (Atos dos Apóstolos 12, 16)
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο [αὐτοῖς] πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε, ἀπαγγείλατε ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. (Atos dos Apóstolos 12, 17)
γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ πέτρος ἐγένετο. (Atos dos Apóstolos 12, 18)
ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς ἰουδαίας εἰς καισάρειαν διέτριβεν. (Atos dos Apóstolos 12, 19)
ἦν δὲ θυμομαχῶν τυρίοις καὶ σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. (Atos dos Apóstolos 12, 20)
τακτῇ δὲ ἡμέρᾳ ὁ ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν [καὶ] καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· (Atos dos Apóstolos 12, 21)
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῶ θεῶ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. (Atos dos Apóstolos 12, 23)
ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο. (Atos dos Apóstolos 12, 24)