Löydetty 1464 Tulokset: Αὐτῆς
ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμικτός σου ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγους ὁ ἥλιος ἀνέτειλεν καὶ ἀφήλατο καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς οὐαὶ αὐτοῖς (Naum 3, 17)
ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί σκορπίζων ὕδατα πορείας αὐτοῦ ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς ὕψος φαντασίας αὐτῆς (Habacuc 3, 10)
ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου (Habacuc 3, 11)
καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς διότι κέδρος τὸ ἀνάστημα αὐτῆς (Sofonias 2, 14)
αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ’ ἐμὲ ἔτι πῶς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πᾶς ὁ διαπορευόμενος δι’ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ (Sofonias 2, 15)
οὐκ εἰσήκουσεν φωνῆς οὐκ ἐδέξατο παιδείαν ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν (Sofonias 3, 2)
οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας οὐχ ὑπελίποντο εἰς τὸ πρωί (Sofonias 3, 3)
οἱ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταί οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον (Sofonias 3, 4)
ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον πρωὶ πρωὶ δώσει κρίμα αὐτοῦ εἰς φῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν (Sofonias 3, 5)
εἶπα πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν καὶ οὐ μὴ ἐξολεθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς πάντα ὅσα ἐξεδίκησα ἐπ’ αὐτήν ἑτοιμάζου ὄρθρισον διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν (Sofonias 3, 7)
ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα (Sofonias 3, 9)
διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς (Ageu 1, 10)