Esdras, 4
1. καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως
1. Audierunt autem hostes Judæ et Benjamin, quia filii captivitatis ædificarent templum Domino Deo Israël:
2. ὦ ἄνδρες οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς
2. et accedentes ad Zorobabel, et ad principes patrum, dixerunt eis: Ædificemus vobiscum, quia ita ut vos, quærimus Deum vestrum: ecce nos immolavimus victimas a diebus Asor Haddan regis Assur, qui adduxit nos huc.
3. ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν
3. Et dixit eis Zorobabel, et Josue, et reliqui principes patrum Israël: Non est vobis et nobis ut ædificemus domum Deo nostro, sed nos ipsi soli ædificabimus Domino Deo nostro, sicut præcepit nobis Cyrus rex Persarum.
4. ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον ποιοῦσιν ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους
4. Factum est igitur ut populus terræ impediret manus populi Judæ, et turbaret eos in ædificando.
5. φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν ἐὰν δὲ νικήσωσιν τῷ βασιλεῖ κομίζουσιν πάντα καὶ ὅσα ἐὰν προνομεύσωσιν καὶ τὰ ἄλλα πάντα
5. Conduxerunt autem adversus eos consiliatores, ut destruerent consilium eorum omnibus diebus Cyri regis Persarum, et usque ad regnum Darii regis Persarum.
6. καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν πάλιν ὅταν σπείρωσι θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ
6. In regno autem Assueri, in principio regni ejus, scripserunt accusationem adversus habitatores Judæ et Jerusalem.
7. καὶ αὐτὸς εἷς μόνος ἐστίν ἐὰν εἴπῃ ἀποκτεῖναι ἀποκτέννουσιν εἶπεν ἀφεῖναι ἀφίουσιν
7. Et in diebus Artaxerxis scripsit Beselam, Mithridates, et Thabeel, et reliqui qui erant in consilio eorum, ad Artaxerxem regem Persarum: epistola autem accusationis scripta erat syriace, et legebatur sermone syro.
8. εἶπε πατάξαι τύπτουσιν εἶπεν ἐρημῶσαι ἐρημοῦσιν εἶπεν οἰκοδομῆσαι οἰκοδομοῦσιν
8. Reum Beelteem, et Samsai scriba, scripserunt epistolam unam de Jerusalem Artaxerxi regi, hujuscemodi:
9. εἶπεν ἐκκόψαι ἐκκόπτουσιν εἶπεν φυτεῦσαι φυτεύουσιν
9. Reum Beelteem, et Samsai scriba, et reliqui consiliatores eorum, Dinæi, et Apharsathachæi, Terphalæi, Apharsæi, Erchuæi, Babylonii, Susanechæi, Dievi, et Ælamitæ,
10. καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν
10. et ceteri de gentibus, quas transtulit Asenaphar magnus et gloriosus, et habitare eas fecit in civitatibus Samariæ, et in reliquis regionibus trans flumen in pace
11. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται ἐσθίει καὶ πίνει καὶ καθεύδει αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ οὐδὲ παρακούουσιν αὐτοῦ
11. (hoc est exemplar epistolæ, quam miserunt ad eum), Artaxerxi regi, servi tui, viri qui sunt trans fluvium, salutem dicunt.
12. ὦ ἄνδρες πῶς οὐχ ὑπερισχύει ὁ βασιλεύς ὅτι οὕτως ἐπακουστός ἐστιν καὶ ἐσίγησεν
12. Notum sit regi quia Judæi, qui ascenderunt a te ad nos, venerunt in Jerusalem civitatem rebellem et pessimam, quam ædificant exstruentes muros ejus, et parietes componentes.
13. ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας οὗτός ἐστιν Ζοροβαβελ ἤρξατο λαλεῖν
13. Nunc igitur notum sit regi, quia si civitas illa ædificata fuerit, et muri ejus instaurati, tributum, et vectigal, et annuos reditus non dabunt, et usque ad reges hæc noxa perveniet.
14. ἄνδρες οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἶνος ἰσχύει τίς οὖν ὁ δεσπόζων αὐτῶν ἢ τίς ὁ κυριεύων αὐτῶν οὐχ αἱ γυναῖκες
14. Nos autem memores salis, quod in palatio comedimus, et quia læsiones regis videre nefas ducimus, idcirco misimus et nuntiavimus regi,
15. αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς
15. ut recenseas in libris historiarum patrum tuorum, et invenies scriptum in commentariis: et scies quoniam urbs illa, urbs rebellis est, et nocens regibus et provinciis, et bella concitantur in ea ex diebus antiquis: quam ob rem et civitas ipsa destructa est.
16. καὶ ἐξ αὐτῶν ἐγένοντο καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας ἐξ ὧν ὁ οἶνος γίνεται
16. Nuntiamus nos regi, quoniam si civitas illa ædificata fuerit, et muri ipsius instaurati, possessionem trans fluvium non habebis.
17. καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν
17. Verbum misit rex ad Reum Beelteem, et Samsai scribam, et ad reliquos, qui erant in consilio eorum habitatores Samariæ, et ceteris trans fluvium, salutem dicens et pacem.
18. ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει
18. Accusatio, quam misistis ad nos, manifeste lecta est coram me,
19. καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον
19. et a me præceptum est: et recensuerunt, inveneruntque quoniam civitas illa a diebus antiquis adversum reges rebellat, et seditiones, et prælia concitantur in ea:
20. ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει ὃς ἐξέθρεψεν αὐτόν καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται
20. nam et reges fortissimi fuerunt in Jerusalem, qui et dominati sunt omni regioni quæ trans fluvium est: tributum quoque et vectigal, et reditus accipiebant.
21. καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν
21. Nunc ergo audite sententiam: prohibeatis viros illos, ut urbs illa non ædificetur donec si forte a me jussum fuerit.
22. καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν οὐχὶ πονεῖτε καὶ μοχθεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε
22. Videte ne negligenter hoc impleatis, et paulatim crescat malum contra reges.
23. καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς
23. Itaque exemplum edicti Artaxerxis regis lectum est coram Reum Beelteem, et Samsai scriba, et consiliariis eorum: et abierunt festini in Jerusalem ad Judæos, et prohibuerunt eos in brachio et robore.
24. καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ τῇ ἐρωμένῃ ἀποφέρει
24. Tunc intermissum est opus domus Domini in Jerusalem, et non fiebat usque ad annum secundum regni Darii regis Persarum.
25. καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα
25.
26. καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι’ αὐτάς
26.
27. καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας
27.
28. καὶ νῦν οὐ πιστεύετέ μοι οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ
28.
29. ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως
29.
30. καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ
30.
31. καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν καὶ ἐὰν προσγελάσῃ αὐτῷ γελᾷ ἐὰν δὲ πικρανθῇ ἐπ’ αὐτόν κολακεύει αὐτήν ὅπως διαλλαγῇ αὐτῷ
31.
32. ὦ ἄνδρες πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν
32.
33. καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον
33.
34. καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανός καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ
34.
35. οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα
35.
36. πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει καὶ οὐκ ἔστιν μετ’ αὐτοῦ ἄδικον οὐθέν
36.
37. ἄδικος ὁ οἶνος ἄδικος ὁ βασιλεύς ἄδικοι αἱ γυναῖκες ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται
37.
38. ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
38.
39. καὶ οὐκ ἔστιν παρ’ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον
39.
40. καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας
40.
41. καὶ ἐσιώπησεν τοῦ λαλεῖν καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει
41.
42. τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ
42.
43. τότε εἶπεν τῷ βασιλεῖ μνήσθητι τὴν εὐχήν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ᾗ τὸ βασίλειόν σου παρέλαβες
43.
44. καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι ἃ ἐξεχώρισεν Κῦρος ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ
44.
45. καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι ὅτε ἠρημώθη ἡ Ιουδαία ὑπὸ τῶν Χαλδαίων
45.
46. καὶ νῦν τοῦτό ἐστιν ὅ σε ἀξιῶ κύριε βασιλεῦ καὶ ὃ αἰτοῦμαί σε καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου
46.
47. τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ιερουσαλημ
47.
48. καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ’ αὐτοῦ τὴν πόλιν
48.
49. καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν
49.
50. καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν καὶ ἵνα οἱ Ιδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων
50.
51. καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ’ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι
51.
52. καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ’ ἡμέραν καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν ἄλλα τάλαντα δέκα κατ’ ἐνιαυτόν
52.
53. καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν
53.
54. ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ
54.
55. καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι
55.
56. καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια
56.
57. καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ
57.
58. καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων
58.
59. παρὰ σοῦ ἡ νίκη καὶ παρὰ σοῦ ἡ σοφία καὶ σὴ ἡ δόξα καὶ ἐγὼ σὸς οἰκέτης
59.
60. εὐλογητὸς εἶ ὃς ἔδωκάς μοι σοφίαν καὶ σοὶ ὁμολογῶ δέσποτα τῶν πατέρων
60.
61. καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν
61.
62. καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν
62.
63. ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ’ αὐτῷ καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά
63.