Proverbios, 28
1. El malo huye sin que nadie le persiga, pero el justo como un león está seguro.
1. φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν
2. Cuando un país es rebelde, son muchos sus príncipes; con un hombre inteligente y sabio hay estabilidad.
2. δι’ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς
3. Hombre malo que oprime a los débiles es como lluvia devastadora que deja sin pan.
3. ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής
4. Los que abandonan la ley alaban al malo, los que guardan la ley se irritan contra ellos.
4. οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος
5. Los hombres malos no entienden de equidad, los que buscan a Yahveh lo comprenden todo.
5. ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί
6. Mejor es el pobre que camina en su integridad que el de caminos tortuosos, por más que sea rico.
6. κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς
7. El que guarda la ley es un hijo inteligente, el que frecuenta orgías es la deshonra de su padre.
7. φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα
8. El que aumenta su riqueza por usura e interés, la amontona para el que se compadece de los pobres.
8. ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν
9. El que aparta su oído para no oír la ley, hasta su oración es abominable.
9. ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται
10. El que extravía a los rectos por el mal camino, en su propia fosa caerá. Los hombres sin tacha heredarán la dicha.
10. ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά
11. El hombre rico se cree sabio, pero el pobre inteligente, lo desenmascara.
11. σοφὸς παρ’ ἑαυτῷ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ
12. Cuando se alegran los justos, es grande el regocijo, cuando se alzan los malos, todos se esconden.
12. διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι
13. Al que encubre sus faltas, no le saldrá bien; el que las confiesa y abandona, obtendrá piedad.
13. ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται
14. Dichoso el hombre que siempre está en temor; el que endurece su corazón caerá en el mal.
14. μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς
15. León rugiente, oso hambriento, es el malo que domina al pueblo débil.
15. λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ
16. Príncipe sin inteligencia multiplica la opresión, el que odia el lucro prolongará sus días.
16. βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται
17. El hombre culpable de una muerte huirá hasta la tumba; ¡que nadie le detenga!
17. ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ (17a) παίδευε υἱόν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ
18. El que anda sin tacha será salvo, el que va oscilante entre dos caminos, caerá en uno de ellos.
18. ὁ πορευόμενος δικαίως βεβοήθηται ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται
19. Quien cultiva su tierra se hartará de pan, quien va tras naderías, se hartará de pobreza.
19. ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας
20. El hombre leal será muy bendecido, quien se hace rico aprisa, no quedará impune.
20. ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται
21. No es bueno hacer acepción de personas, que por un bocado de pan el hombre prevarica.
21. ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα
22. El hombre de malas intenciones corre tras la riqueza, sin saber que lo que le viene es la indigencia.
22. σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ
23. El hombre que reprende halla al cabo más gracia que el de lengua aduladora.
23. ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος
24. El que roba a su padre y a su madre y dice: «No hay en ello falta», es compañero del hombre destructor.
24. ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς
25. El hombre ambicioso azuza querellas, el que confía en Yahveh prosperará.
25. ἄπληστος ἀνὴρ κρίνει εἰκῇ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελείᾳ ἔσται
26. El que confía en su corazón es un necio, el que anda con sabiduría se salvará.
26. ὃς πέποιθεν θρασείᾳ καρδίᾳ ὁ τοιοῦτος ἄφρων ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται
27. El que da a los pobres no conocerá la indigencia, para el que se tapa los ojos abundante maldición.
27. ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται
28. Cuando se alzan los malos, todos se esconden, cuando perecen, los justos se multiplican.
28. ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι
