Isaiah, 54
1. Give praise, O thou barren, that bearest not: sing forth praise, and make a joyful noise, thou that didst not travail with child: for many are the children of the desolate, more than of her that hath a husband, saith the Lord.
1. εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα εἶπεν γὰρ κύριος
2. Enlarge the place of thy tent, and stretch out the skins of thy tabernacles, spare not: lengthen thy cords, and strengthen thy stakes.
2. πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου πῆξον μὴ φείσῃ μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον
3. For thou shalt pass on to the right hand, and to the left: and thy seed shall inherit the Gentiles, and shall inhabit the desolate cities.
3. ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει καὶ πόλεις ἠρημωμένας κατοικιεῖς
4. Fear not, for thou shalt not be confounded, nor blush: for thou shalt not be put to shame, because thou shalt forget the shame of thy youth, and shalt remember no more the reproach of thy widowhood.
4. μὴ φοβοῦ ὅτι κατῃσχύνθης μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ
5. For he that made thee shall rule over thee, the Lord of hosts is his name: and thy Redeemer, the Holy One of Israel, shall be called the God of all the earth.
5. ὅτι κύριος ὁ ποιῶν σε κύριος σαβαωθ ὄνομα αὐτῷ καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ισραηλ πάσῃ τῇ γῇ κληθήσεται
6. For the Lord hath called thee as woman forsaken and mourning in spirit, end se a wife cast off from her youth, said thy God.
6. οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ’ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην εἶπεν ὁ θεός σου
7. For a, small moment have I forsaken thee, but with great mercies will I gather thee.
7. χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε
8. In a moment of indignation have I hid my face a little while from thee, but with everlasting kindness have I had mercy on thee, said the Lord thy Redeemer.
8. ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε εἶπεν ὁ ῥυσάμενός σε κύριος
9. This thing is to me as in the days of Noe, to whom I swore, that I would no more bring in the waters of Noe upon the earth: so have I sworn not to be angry with thee, and not to rebuke thee.
9. ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νωε τοῦτό μοί ἐστιν καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλῇ σου
10. For the mountains shall be moved, and the hills shall tremble; but my mercy shall not depart from thee, and the covenant of my peace shall not be moved: said the Lord that hath mercy on thee.
10. τὰ ὄρη μεταστήσεσθαι οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται οὕτως οὐδὲ τὸ παρ’ ἐμοῦ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ εἶπεν γὰρ κύριος ἵλεώς σοι
11. O poor little one, tossed with tempest, without all comfort, behold I will lay thy stones in order, and will lay thy foundations with sapphires,
11. ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον
12. And I will make thy bulwarks of jasper: and thy gates of graven stones, and all thy borders of desirable stones.
12. καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς
13. All thy children shall be taught of the Lord: and great shall be the peace of thy children.
13. καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου
14. And thou shalt be founded in justice: depart far from oppression, for thou shalt not fear; and from terror, for it shall not come near thee.
14. καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ καὶ τρόμος οὐκ ἐγγιεῖ σοι
15. Behold, an inhabitant shall come, who was not with me, he that was a stranger to thee before, shall be joined to thee.
15. ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται
16. Behold, I have created the smith that bloweth the coals in the fire, and bringeth forth an instrument for his work, and I have created the killer to destroy.
16. ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι
17. No weapon that is formed against thee shall prosper: and every tongue that resisteth thee in judgment, thou shalt condemn. This is the inheritance of the servants of the Lord, and their justice with me, saith the Lord.
17. πᾶν σκεῦος φθαρτόν ἐπὶ σὲ οὐκ εὐοδώσω καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ ἔστιν κληρονομία τοῖς θεραπεύουσιν κύριον καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι λέγει κύριος
