Mosaico decorativo

1. Hear ye these things, O house of Jacob, you that are called by the name of Israel, and are come forth out of the waters of Juda, you who swear by the name of the Lord, and make mention of the God of Israel, but not in truth, nor in justice.

1. ἀκούσατε ταῦτα οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης

2. For they are called of the holy city, and are established upon the God of Israel: the Lord of hosts is his name.

2. καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι κύριος σαβαωθ ὄνομα αὐτῷ

3. The former things of old I have declared, and they went forth out of my mouth, and I have made them to be heard: I did them suddenly and they came to pass.

3. τὰ πρότερα ἔτι ἀνήγγειλα καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὸν ἐγένετο ἐξάπινα ἐποίησα καὶ ἐπῆλθεν

4. For I knew that thou art stubborn, and thy neck is as an iron sinew, and thy forehead as brass.

4. γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν

5. I foretold thee of old, before they came to pass I told thee, lest thou shouldst say: My idols have done these things, and my graven and molten things have commanded them.

5. καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι

6. See now all the things which thou hast heard: but have you declared them? I have shewn thee new things from that time, and things are kept which thou knowest not:

6. ἠκούσατε πάντα καὶ ὑμεῖς οὐκ ἔγνωτε ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι καὶ οὐκ εἶπας

7. They are created now, and not of old: and before the day, when thou heardest them not, lest thou shouldst say: Behold I knew them.

7. νῦν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά μὴ εἴπῃς ὅτι ναί γινώσκω αὐτά

8. Thou hast neither heard, nor known, neither was thy ear opened of old. For I know that transgressing thou wilt transgress, and I have called thee a transgressor from the womb.

8. οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ’ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ

9. For my name's sake I will remove my wrath far off: and for my praise I will bridle thee, lest thou shouldst perish.

9. ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε

10. Behold I have refined thee, but not as silver, I have chosen thee in the furnace of poverty.

10. ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας

11. For my own sake, for my own sake will I do it, that I may not be blasphemed: and I will not give my glory to another.

11. ἕνεκεν ἐμοῦ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω

12. Hearken to me, O Jacob, and thou Israel whom I call: I am he, I am the first, and I am the last.

12. ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα

13. My hand also hath founded the earth, and my right hand hath measured the heavens: I shall call them, and they shall stand together.

13. καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα

14. Assemble yourselves together, all you, and hear: who among them hath declared these things? the Lord hath loved him, he will do his pleasure in Babylon, and his arm shall be on the Chaldeans.

14. καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων

15. I, even I have spoken and called him: I have brought him, and his way is made prosperous.

15. ἐγὼ ἐλάλησα ἐγὼ ἐκάλεσα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ

16. Come ye near unto me, and hear this: I have not spoken in secret from the beginning: from the time before it was done, I was there, and now the Lord God hath sent me, and his spirit.

16. προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ ἡνίκα ἐγένετο ἐκεῖ ἤμην καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ

17. Thus saith the Lord thy redeemer, the Holy One of Israel: I am the Lord thy God that teach thee profitable things, that govern thee in the way that thou walkest.

17. οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ ἐγώ εἰμι ὁ θεός σου δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ

18. O that thou hadst hearkened to my commandments: thy peace had been as a river, and thy justice as the waves of the sea,

18. καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης

19. And thy seed had been as the sand, and the offspring of thy bowels like the gravel thereof: his name should not have perished, nor have been destroyed from before my face.

19. καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου

20. Come forth out of Babylon, flee ye from the Chaldeans, declare it with the voice of joy: make this to be heard, and speak it out even to the ends of the earth. Say: The Lord hath redeemed his servant Jacob.

20. ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων φωνὴν εὐφροσύνης ἀναγγείλατε καὶ ἀκουστὸν γενέσθω τοῦτο ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς λέγετε ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ

21. They thirsted not in the desert, when he led them out: he brought forth water out of the rock for them, and he clove the rock, and the waters gushed out.

21. καὶ ἐὰν διψήσωσιν δι’ ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται ὁ λαός μου

22. There is no peace to the wicked, saith the Lord.

22. οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν λέγει κύριος



Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.