Mosaico decorativo

Found 3104 Results for: Κύριος

  • ὅτι οὕτως εἶπεν κύριος μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες ἀποτρέχοντες ἀπελεύσονται ἀφ’ ἡμῶν οἱ Χαλδαῖοι ὅτι οὐ μὴ ἀπέλθωσιν (Jeremias 44, 9)

  • οὕτως εἶπεν κύριος ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται (Jeremias 45, 2)

  • ὅτι οὕτως εἶπεν κύριος παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτήν (Jeremias 45, 3)

  • καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων ζῇ κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων (Jeremias 45, 16)

  • καὶ εἶπεν αὐτῷ Ιερεμιας οὕτως εἶπεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος καὶ ζήσεται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου (Jeremias 45, 17)

  • καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν οὗτος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος (Jeremias 45, 21)

  • πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά (Jeremias 46, 16)

  • ὅτι σῴζων σώσω σε καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ’ ἐμοί φησὶν κύριος (Jeremias 46, 18)

  • καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον (Jeremias 47, 2)

  • καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς (Jeremias 47, 3)

  • καὶ ἀναγγειλάτω ἡμῖν κύριος ὁ θεός σου τὴν ὁδόν ᾗ πορευσόμεθα ἐν αὐτῇ καὶ λόγον ὃν ποιήσομεν (Jeremias 49, 3)

  • καὶ εἶπεν αὐτοῖς Ιερεμιας ἤκουσα ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν καὶ ἔσται ὁ λόγος ὃν ἂν ἀποκριθήσεται κύριος ἀναγγελῶ ὑμῖν οὐ μὴ κρύψω ἀφ’ ὑμῶν ῥῆμα (Jeremias 49, 4)


"Não queremos aceitar o fato de que o sofrimento é necessário para nossa alma." São Padre Pio de Pietrelcina