Mosaico decorativo

1. Achaz was twenty years old when he began to reign, and he reigned sixteen years in Jerusalem: he did not that which was right in the sight of the Lord as David his father had done,

1. υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ

2. But walked in the ways of the kings of Israel; moreover also he cast statues for Baalim.

2. καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν

3. It was he that burnt incense in the valley of Benennom, and consecrated his sons in the fire according to the manner of the nations, which the Lord slew at the coming of the children of Israel.

3. καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ

4. He sacrificed also, and burnt incense in the high places, and on the hills, and under every green tree.

4. καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους

5. And the Lord his God delivered him into the hands of the king of Syria, who defeated him, and took a great booty out of his kingdom, and carried it to Damascus: he was also delivered into the hands of the king of Israel, who overthrew him with a great slaughter.

5. καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην

6. For Phacee the son of Romelia slew of Juda a hundred and twenty thousand in one day, all valiant men: because they had forsaken the Lord the God of their fathers.

6. καὶ ἀπέκτεινεν Φακεε ὁ τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν

7. At the same time Zechri a powerful man of Ephraim, slew Maasias the king's son, and Ezricam the governor of his house, and Elcana who was next to the king.

7. καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς τοῦ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως

8. And the children of Israel carried away of their brethren two hundred thousand women, boys, and girls, and an immense booty: and they brought it to Samaria.

8. καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας γυναῖκας υἱοὺς καὶ θυγατέρας καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν

9. At that time there was a prophet of the Lord there, whose name was Oded: and he went out to meet the army that came to Samaria, and said to them: Be- hold the Lord the God of your fathers being angry with Juda, hath delivered them into your hands, and you have butchered them cruelly, so that your cruelty hath reached up to heaven.

9. καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου Ωδηδ ὄνομα αὐτῷ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ ἕως τῶν οὐρανῶν ἔφθακεν

10. Moreover you have a mind to keep under the children of Juda and Jerusalem for your bondmen and bondwomen, which ought not to be done : for you have sinned in this against the Lord your God.

10. καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας οὐκ ἰδού εἰμι μεθ’ ὑμῶν μαρτυρῆσαι κυρίῳ θεῷ ὑμῶν

11. But hear ye my counsel, and release the captives that you have brought of your brethren, because a great indignation of the Lord hangeth over you.

11. καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ’ ὑμῖν

12. Then some of the chief men of the sons of Ephraim, Azarias the son of Johanan, Barachias the son of Mosollamoth, Ezechias the son of Sellum, and Amasa the son of Adali, stood up against them that came from the war.

12. καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου

13. And they said to them: You shall not bring in the captives hither, lest we sin against the Lord. Why will you add to our sins, and heap up upon our former offences? for the sin is great, and the fierce anger of the Lord hangeth over Israel.

13. καὶ εἶπαν αὐτοῖς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ’ ἡμᾶς ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ κυρίου ἐπὶ τὸν Ισραηλ

14. So the soldiers left the spoils, and all that they had taken, before the princes and all the multitude.

14. καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας

15. And the men, whom we mentioned above, rose up and took the captives, and with the spoils clothed all them that were naked: and when they had clothed and shed them, and refreshed them with meat and drink, and anointed them because of their labour, and had taken care of them, they set such of them as could not walk, and were feeble, upon beasts, and brought them to Jericho the city of palm trees to their brethren, and they returned to Samaria.

15. καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν

16. At that time king Achaz sent to the king of the Assyrians asking help.

16. ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθῆσαι αὐτῷ

17. And the Edomites came and slew many of Juda, and took a great booty.

17. καὶ ἐν τούτῳ ὅτι Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν

18. The Philistines also spread themselves among the cities of the plains, and to the south of Juda: and they took Bethsames, and Aialon, and Gaderoth, and Socho, and Thamnan, and Gamzo, with their villages, and they dwelt in them.

18. καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ

19. For the Lord had humbled Juda because of Achaz the king of Juda, for he had stripped it of help, and had contemned the Lord.

19. ὅτι ἐταπείνωσεν κύριος τὸν Ιουδαν δι’ Αχαζ βασιλέα Ιουδα ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου

20. And he brought, against him Thelgathphalnasar king of the Assyrians, who also afflicted him, and plundered him without any resistance.

20. καὶ ἦλθεν ἐπ’ αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν

21. And Achaz stripped the house of the Lord, and the house of the kings, and of the princes, and gave gifts to the king of the Assyrians, and yet it availed him nothing.

21. καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκῳ κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ασσουρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ

22. Moreover also in the time of his distress he increased contempt against the Lord: king Achaz himself by himself,

22. ἀλλ’ ἢ τῷ θλιβῆναι αὐτὸν καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ κυρίου καὶ εἶπεν ὁ βασιλεύς

23. Sacrificed victims to the gods of Damascus that struck him, and he said: The gods of the kings of Syria help them, and I will appease them with victims, and they will help me; whereas on the contrary they were the ruin of him, and of all Israel.

23. ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ

24. Then Achaz having taken away all the vessels of the house of God, and broken them, shut up the doors of the temple of God, and made himself altars in all the corners of Jerusalem.

24. καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ

25. And in all the cities of Juda he built altars to burn frankincense, and he provoked the Lord the God of his fathers to wrath.

25. καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις καὶ παρώργισαν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν

26. But the rest of his acts, and all his works first and last are written in the book of the kings of Juda and Israel.

26. καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ

27. And Achaz slept with his fathers, and they buried him in the city of Jerusalem: for they received him not into the sepulchres of the kings of Israel. And Ezechias his son reigned in his stead.

27. καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ



Leia a Bíblia em um Ano

Junte-se a nossa comunidade e complete a leitura de toda a Bíblia em 365 dias. Um caminho estruturado e inspirador para aprofundar sua fé e conhecimento das Escrituras.