Mosaico decorativo

1. And Jonathan saw that the time served him, and he chose certain men and sent them to Rome, to confirm and to renew the amity with them:

1. καὶ εἶδεν Ιωναθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν

2. And he sent letters to the Spartans, and to other places according to the same form.

2. καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά

3. And they went to Rome, and entered into the senate house, and said: Jonathan the high priest, and the nation of the Jews have sent us to renew the amity, and alliance as it was before.

3. καὶ ἐπορεύθησαν εἰς Ῥώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον

4. And they gave them letters to their governors in every place, to conduct them into the land of Juda with peace.

4. καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ιουδα μετ’ εἰρήνης

5. And this is a copy of the letters which Jonathan wrote to the Spartans:

5. καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ιωναθαν τοῖς Σπαρτιάταις

6. Jonathan the high priest, and the ancients of the nation, and the priests, and the rest of the people of the Jews, to the Spartans, their brethren, greeting.

6. Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν

7. There were letters sent long ago to Onias the high priest from Arius who reigned then among you, to signify that you are our brethren, as the copy here underwritten doth specify.

7. ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν ὡς τὸ ἀντίγραφον ὑπόκειται

8. And Onias received the ambassador with honour: and received the letters wherein there was mention made of the alliance, and amity.

8. καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας

9. We, though we needed none of these things, having for our comfort the holy books that are in our hands,

9. ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν

10. Chose rather to send to you to renew the brotherhood and friendship, lest we should become strangers to you altogether: for there is a long time passed since you sent to us.

10. ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ’ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς

11. We therefore at all times without ceasing, both in our festivals, and other days, wherein it is convenient, remember you in the sacrifices that we offer, and in our observances, as it is meet, and becoming to remember brethren.

11. ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνῃσκόμεθα ὑμῶν ἐφ’ ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν

12. And we rejoice at your glory.

12. εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν

13. But we have had many troubles and wars on every side, and the kings that are round about us, have fought against us.

13. ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν

14. But we would not be troublesome to you, nor the rest of our allies and friends in these wars.

14. οὐκ ἠβουλόμεθα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις

15. For we have had help from heaven, and we have been delivered, and our enemies are humbled.

15. ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν

16. We have chosen therefore Numenius the son of Antiochus, and Antipater the son of Jason, and have sent them to the Romans to renew with them the former amity and alliance.

16. ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον

17. And we have commanded them to go also to you, and to salute you, and to deliver you our letters, concerning the renewing of our brotherhood.

17. ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ’ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν

18. And now you shall do well to give us an answer hereto.

18. καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα

19. And this is the copy of the letter which he had sent to Onias:

19. καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ονια

20. Arius king of the Spartans to Onias the high priest, greeting.

20. Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν

21. It is found in writing concerning the Spartans, and the Jews, that they are brethren, and that they are of the stock of Abraham.

21. εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ

22. And now since this is come to our knowledge, you do well to write to us of your prosperity.

22. καὶ νῦν ἀφ’ οὗ ἔγνωμεν ταῦτα καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν

23. And we also have written back to you: That our cattle, and our possessions are yours: and yours, ours. We therefore have commanded that these things should be told you.

23. καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα

24. Now Jonathan heard that the generals of Demetrius were come again with a greater army than before to fight against him.

24. καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν

25. So he went out from Jerusalem, and met them in the land of Amath: for he gave them no time to enter into his country.

25. καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαθῖτιν χώραν οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ

26. And he sent spies into their camp, and they came back and brought him word that they designed to come upon them in the night.

26. καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ’ αὐτοὺς τὴν νύκτα

27. And when the sun was set, Jonathan commanded his men to watch, and to be in arms all night long ready to fight, and he set sentinels round about the camp.

27. ὡς δὲ ἔδυ ὁ ἥλιος ἐπέταξεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δι’ ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς

28. And the enemies heard that Jonathan and his men were ready for battle, and they were struck with fear, and dread in their heart: and they kindled fires in their camp.

28. καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ εἰς πόλεμον καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν

29. But Jonathan and they that were with him knew it not till the morning: for they saw the lights burning.

29. Ιωναθαν δὲ καὶ οἱ παρ’ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα

30. And Jonathan pursued after them, but overtook them not: for they had passed the river Eleutherus.

30. καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν

31. And Jonathan turned upon the Arabians that are called Zabadeans: and he defeated them, and took the spoils of them.

31. καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν

32. And he went forward, and came to Damascus, and passed through all that country.

32. καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ

33. Simon also went forth, and came as far as Ascalon, and the neighbouring fortresses, and he turned aside to Joppe, and took possession of it,

33. καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν

34. (For he heard that they designed to deliver the hold to them that took part with Demetrius,) and he put a garrison there to keep it.

34. ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου καὶ ἔθετο ἐκεῖ φρουράν ὅπως φυλάσσωσιν αὐτήν

35. And Jonathan came back, and called together the ancients of the people, and he took a resolution with them to build fortresses in Judea,

35. καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ’ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ

36. And to build up walls in Jerusalem, and raise a mount between the castle and the city, to separate it from the city, that so it might have no communication, and that they might neither buy nor sell.

36. καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως ἵνα ᾖ αὕτη κατὰ μόνας ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν

37. And they came together to build up the city: for the wall that was upon the brook towards the east was broken down, and he repaired that which is called Caphetetha:

37. καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα

38. And Simon built Adiada in Sephela, and fortified it, and set up gates and bars.

38. καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς

39. Now when Tryphon had conceived a design to make himself king of Asia, and to take the crown, and to stretch out his hand against king Antiochus:

39. καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ’ Ἀντίοχον τὸν βασιλέα

40. Fearing lest Jonathan would not suffer him, but would fight against him: he sought to seize upon him, and to kill him. So he rose up and came to Bethsan.

40. καὶ εὐλαβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ιωναθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν καὶ ἐζήτει συλλαβεῖν αὐτὸν τοῦ ἀπολέσαι καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσαν

41. And Jonathan went out to meet him with forty thousand men chosen for battle, and came to Bethsan.

41. καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσαν

42. Now when Tryphon saw that Jonathan came with a great army, he durst not stretch forth his hand against him,

42. καὶ εἶδεν Τρύφων ὅτι ἦλθεν μετὰ δυνάμεως πολλῆς καὶ ἐκτεῖναι χεῖρας ἐπ’ αὐτὸν εὐλαβήθη

43. But received him with honour, and commended him to all his friends, and gave him presents: and he commanded his troops to obey him, as himself.

43. καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτοῦ ὡς αὑτοῦ

44. And he said to Jonathan: Why hast thou troubled all the people, whereas we have no war?

44. καὶ εἶπεν τῷ Ιωναθαν ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν

45. Now therefore send them back to their own houses: and choose thee a few men that may be with thee, and come with me to Ptolemais, and I will deliver it to thee, and the rest of the strong holds, and the army, and all that have any charge, and I will return and go away: for this is the cause of my coming.

45. καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σοῦ καὶ δεῦρο μετ’ ἐμοῦ εἰς Πτολεμαίδα καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν καὶ ἐπιστρέψας ἀπελεύσομαι τούτου γὰρ χάριν πάρειμι

46. And Jonathan believed him, and did as he said: and sent away his army, and they departed into the land of Juda:

46. καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καθὼς εἶπεν καὶ ἐξαπέστειλεν τὰς δυνάμεις καὶ ἀπῆλθον εἰς γῆν Ιουδα

47. But he kept with him three thousand men: of whom he sent two thousand into Galilee, and one thousand went with him.

47. κατέλιπεν δὲ μεθ’ ἑαυτοῦ ἄνδρας τρισχιλίους ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ χίλιοι δὲ συνῆλθον αὐτῷ

48. Now as soon as Jonathan entered into Ptolemais, they of Ptolemais shut the gates of the city, and took him: and all them that came in with him they slew with the sword.

48. ὡς δὲ εἰσῆλθεν Ιωναθαν εἰς Πτολεμαίδα ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν καὶ πάντας τοὺς συνεισελθόντας μετ’ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ

49. Then Tryphon sent an army and horsemen into Galilee, and into the great plain to destroy all Jonathan's company.

49. καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου

50. But they, when they understood that Jonathan and all that were with him were taken and slain, encouraged one another, and went out ready for battle.

50. καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ’ αὐτοῦ καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον

51. Then they that had come after them, seeing that they stood for their lives, returned back.

51. καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν καὶ ἐπέστρεψαν

52. Whereupon they all came peaceably into the land of Juda. And they bewailed Jonathan, and them that had been with him, exceedingly: and Israel mourned with great lamentation.

52. καὶ ἦλθον πάντες μετ’ εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐπένθησεν πᾶς Ισραηλ πένθος μέγα

53. Then all the heathens that were round about them, sought to destroy them. For they said:

53. καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς εἶπον γάρ οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν

54. They have no prince, nor any to help them: now therefore let us make war upon them, and take away the memory of them from amongst mem.

54.



Die Bibel in einem Jahr lesen

Werde Teil unserer Community und lese die gesamte Bibel in 365 Tagen. Ein strukturierter und inspirierender Weg, deinen Glauben und deine Bibelkenntnis zu vertiefen.