Encontrados 11195 resultados para: Ὡς
θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ἡ μήτηρ ὑμῶν Χετταία καὶ ὁ πατὴρ ὑμῶν Αμορραῖος (Ezequiel 16, 45)
καὶ οὐδ’ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου (Ezequiel 16, 47)
καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξῆρα αὐτάς καθὼς εἶδον (Ezequiel 16, 50)
καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας (Ezequiel 16, 51)
καὶ σὺ κόμισαι βάσανόν σου ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου (Ezequiel 16, 52)
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με (Ezequiel 16, 54)
καὶ ἡ ἀδελφή σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ’ ἀρχῆς ἦτε (Ezequiel 16, 55)
τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου (Ezequiel 16, 59)
ὅπως μνησθῇς καὶ αἰσχυνθῇς καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος (Ezequiel 16, 63)
ζῶ ἐγώ λέγει κύριος ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου μετ’ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει (Ezequiel 17, 16)
καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ μὴ σωθήσεται (Ezequiel 17, 18)
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ (Ezequiel 17, 19)